Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 6.11.2 | Hdt. 6.12.3 (English) | >>Hdt. 6.13.1 |
6.12.1
ταῦτα ἀκούσαντες οἱ Ἴωνες ἐπιτρέπουσι σφέας αὐτοὺς τῷ Διονυσίῳ . ὁ δὲ ἀνάγων ἑκάστοτε ἐπὶ κέρας τὰς νέας , ὅκως τοῖσι ἐρέτῃσι χρήσαιτο διέκπλοον ποιεύμενος τῇσι νηυσὶ διʼ ἀλληλέων καὶ τοὺς ἐπιβάτας ὁπλίσειε , τὸ λοιπὸν τῆς ἡμέρης τὰς νέας ἔχεσκε ἐπʼ ἀγκυρέων , παρεῖχέ τε τοῖσι Ἴωσι πόνον διʼ ἡμέρης .
6.12.2 μέχρι μέν νυν ἡμερέων ἑπτὰ ἐπείθοντό τε καὶ ἐποίευν τὸ κελευόμενον · τῇ δὲ ἐπὶ ταύτῃσι οἱ Ἴωνες , οἷα ἀπαθέες ἐόντες πόνων τοιούτων τετρυμένοι τε ταλαιπωρίῃσί τε καὶ ἡλίῳ , ἔλεξαν πρὸς ἑωυτοὺς τάδε ·
6.12.3 “τίνα δαιμόνων παραβάντες τάδε ἀναπίμπλαμεν ; οἵτινες παραφρονήσαντες καὶ ἐκπλώσαντες ἐκ τοῦ νόου ἀνδρὶ Φωκαέι ἀλαζόνι , παρεχομένῳ νέας τρεῖς , ἐπιτρέψαντες ἡμέας αὐτοὺς ἔχομεν · ὁ δὲ παραλαβὼν ἡμέας λυμαίνεται λύμῃσι ἀνηκέστοισι , καὶ δὴ πολλοὶ μὲν ἡμέων ἐς νούσους πεπτώκασι , πολλοὶ δὲ ἐπίδοξοι τὠυτὸ τοῦτο πείσεσθαι εἰσί , πρό τε τούτων τῶν κακῶν ἡμῖν γε κρέσσον καὶ ὅ τι ὦν ἄλλο παθεῖν ἐστι καὶ τὴν μέλλουσαν δουληίην ὑπομεῖναι ἥτις ἔσται , μᾶλλον ἢ τῇ παρεούσῃ συνέχεσθαι . φέρετε , τοῦ λοιποῦ μὴ πειθώμεθα αὐτοῦ .”
6.12.4 ταῦτα ἔλεξαν , καὶ μετὰ ταῦτα αὐτίκα πείθεσθαι οὐδεὶς ἤθελε , ἀλλʼ οἷα στρατιὴ σκηνάς τε πηξάμενοι ἐν τῇ νήσῳ ἐσκιητροφέοντο καὶ ἐσβαίνειν οὐκ ἐθέλεσκον ἐς τὰς νέας οὐδʼ ἀναπειρᾶσθαι .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 6.11.2 | Hdt. 6.12.3 (English) | >>Hdt. 6.13.1 |